ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 17:1-13
SBL Greek New Testament
17 Καὶ μεθ’ ἡμέρας ἓξ παραλαμβάνει ὁ Ἰησοῦς τὸν Πέτρον καὶ Ἰάκωβον καὶ Ἰωάννην τὸν ἀδελφὸν αὐτοῦ, καὶ ἀναφέρει αὐτοὺς εἰς ὄρος ὑψηλὸν κατ’ ἰδίαν. 2 καὶ μετεμορφώθη ἔμπροσθεν αὐτῶν, καὶ ἔλαμψεν τὸ πρόσωπον αὐτοῦ ὡς ὁ ἥλιος, τὰ δὲ ἱμάτια αὐτοῦ [a]ἐγένετο λευκὰ ὡς τὸ φῶς. 3 καὶ ἰδοὺ [b]ὤφθη αὐτοῖς Μωϋσῆς καὶ Ἠλίας [c]συλλαλοῦντες μετ’ αὐτοῦ. 4 ἀποκριθεὶς δὲ ὁ Πέτρος εἶπεν τῷ Ἰησοῦ· Κύριε, καλόν ἐστιν ἡμᾶς ὧδε εἶναι· εἰ θέλεις, [d]ποιήσω ὧδε τρεῖς σκηνάς, σοὶ μίαν καὶ Μωϋσεῖ μίαν καὶ [e]Ἠλίᾳ μίαν. 5 ἔτι αὐτοῦ λαλοῦντος ἰδοὺ νεφέλη φωτεινὴ ἐπεσκίασεν αὐτούς, καὶ ἰδοὺ φωνὴ ἐκ τῆς νεφέλης λέγουσα· Οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός, ἐν ᾧ εὐδόκησα· [f]ἀκούετε αὐτοῦ. 6 καὶ ἀκούσαντες οἱ μαθηταὶ ἔπεσαν ἐπὶ πρόσωπον αὐτῶν καὶ ἐφοβήθησαν σφόδρα. 7 καὶ [g]προσῆλθεν ὁ Ἰησοῦς καὶ ἁψάμενος αὐτῶν εἶπεν· Ἐγέρθητε καὶ μὴ φοβεῖσθε. 8 ἐπάραντες δὲ τοὺς ὀφθαλμοὺς αὐτῶν οὐδένα εἶδον εἰ μὴ [h]αὐτὸν Ἰησοῦν μόνον.
9 Καὶ καταβαινόντων αὐτῶν ἐκ τοῦ ὄρους ἐνετείλατο αὐτοῖς ὁ Ἰησοῦς λέγων· Μηδενὶ εἴπητε τὸ ὅραμα ἕως οὗ ὁ υἱὸς τοῦ ἀνθρώπου ἐκ νεκρῶν [i]ἐγερθῇ. 10 καὶ ἐπηρώτησαν αὐτὸν οἱ [j]μαθηταὶ λέγοντες· Τί οὖν οἱ γραμματεῖς λέγουσιν ὅτι Ἠλίαν δεῖ ἐλθεῖν πρῶτον; 11 ὁ [k]δὲ ἀποκριθεὶς [l]εἶπεν· Ἠλίας μὲν [m]ἔρχεται καὶ ἀποκαταστήσει πάντα· 12 λέγω δὲ ὑμῖν ὅτι Ἠλίας ἤδη ἦλθεν, καὶ οὐκ ἐπέγνωσαν αὐτὸν ἀλλὰ ἐποίησαν ἐν αὐτῷ ὅσα ἠθέλησαν· οὕτως καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου μέλλει πάσχειν ὑπ’ αὐτῶν. 13 τότε συνῆκαν οἱ μαθηταὶ ὅτι περὶ Ἰωάννου τοῦ βαπτιστοῦ εἶπεν αὐτοῖς.
Read full chapterFootnotes
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 17:2 ἐγένετο WH Treg NIV ] ἐγένοντο RP
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 17:3 ὤφθη WH Treg NIV ] ὤφθησαν RP
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 17:3 συλλαλοῦντες μετ᾽αὐτοῦ WH Treg NIV ] μετ᾽αὐτοῦ συλλαλοῦντες RP
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 17:4 ποιήσω WH NIV ] ποιήσωμεν Treg RP
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 17:4 Ἠλίᾳ μίαν WH Treg NIV ] μίαν Ἠλίᾳ RP
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 17:5 ἀκούετε αὐτοῦ WH Treg NIV ] αὐτοῦ ἀκούετε RP
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 17:7 προσῆλθεν ὁ Ἰησοῦς καὶ ἁψάμενος αὐτῶν WH NIV ] προσῆλθεν ὁ Ἰησοῦς καὶ ἥψατο αὐτῶν Treg; προσελθὼν ὁ Ἰησοῦς ἥψατο αὐτῶν καὶ RP
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 17:8 αὐτὸν WH NIV ] τὸν Treg RP
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 17:9 ἐγερθῇ WH Treg NIV ] ἀναστῇ RP
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 17:10 μαθηταὶ WH Treg NIV ] + αὐτοῦ RP
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 17:11 δὲ WH Treg NIV ] + Ἰησοῦς RP
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 17:11 εἶπεν WH Treg NIV ] + αὐτοῖς RP
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 17:11 ἔρχεται WH Treg NIV ] + πρῶτον RP
Scripture quotations marked SBLGNT are from the The Greek New Testament: SBL Edition. Copyright © 2010 by Society of Biblical Literature and Logos Bible Software